Ο Ων

Ο Ων
"Μην κοιτάς τ'αγκάθια...ψάξε για το ρόδο"

1 Φεβ 2016

Περὶ ἀληθείας-η ποιμαντική σκέψη της εβδομάδος

Μακάριος ὃς ἐν ἀληθείᾳ τὸν βίον αὑτοῦ ἐρρύθμισε, καὶ ἐπὶ παντὶ ψεύδει οὐχ ἑάλωκε. Μακάριος καὶ τρισμακάριος ὁ τῆς ἀληθείας γενόμενος ἐργάτης, ὅτι ἀληθής ἐστιν ὁ Θεός, καὶ ψεῦδος ἐν αὐτῷ οὐκ ἔστι. Καὶ τίς οὐ μὴ μακαρίσῃ τὸν ἀλήθειαν φυλάσσοντα, ὅτι τὸν Θεὸν μιμεῖται ὁ τοιοῦτος; Ὄντως γὰρ ὁ ἀληθεύων πάντοτε καὶ Θεῷ εὐάρεστος ὑπάρχει καὶ πᾶσιν ἀνθρώποις χρήσιμός ἐστι. Ἐν ἀδελφότητι ὡραῖος καὶ ἐν παντὶ πράγματι ὀρθός. Ὁ ἀληθὴς προσώποις οὐ χαίρει, καὶ ἄδικον κρίσιν οὐ κρίνει. Ἀξιώματος καὶ τιμῆς οὐκ ἀντιλαμβάνεται, καὶ πένητα καὶ ἐνδεῆ οὐ παραβλέπει. Ἐν ἀποκρίσεσιν ἄδολός ἐστι, καὶ ἐν διαγνώσει ὀρθός. Ἐν τῷ ἔργῳ ἐπιμελητὴς καὶ ἐν τῷ κοινῷ τῆς ἀδελφότητος σώματι τίμιος.∆όλον οὐκ οἶδεν·  ὑπόκρισιν οὐκ ἀγαπᾷ. Παντὶ ἔργῳ ἀγαθῷ κεκόσμηται, καὶ πάσῃ ἀρετῇ  πολιτεύεται.  Μακάριος  οὖν    πάντοτε  τῇ  ἀληθείᾳ  δουλεύων.

Εφραίμ ο Σύρος

Δεν υπάρχουν σχόλια: