Ο Ων

Ο Ων
"Μην κοιτάς τ'αγκάθια...ψάξε για το ρόδο"

21 Νοε 2015

Τα Εισόδια της Θεοτόκου

Πηγή:εδώ
Απολυτίκιο
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον,
καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις.
Ἐν ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται,
καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλεται.
Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν·
Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις

Κάθισμα του όρθρου

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ,
καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν.
Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν,
ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός.
Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Πηγή:εδώ
Τα εισόδια της Θεοτόκου είναι η εορτή της εισόδου μας στην Εκκλησία, στά άγια των αγίων, όπου εισοδεύουμε καθαγιαζόμενοι, για να τραφούμε με ουράνιο άρτο για να τέξουμε Θεόν εντός μας. Είναι εορτή πρώτον θεολογική και με πνευματικό νόημα. Μας εισάγει στην εορταστική προεόρτια ατμόσφαιρα των Χριστουγέννων.
Η Θεοτόκος Μαριάμ, προσφέρεται από νήπιο στον Ναό για να κατοικήσει στα Άγια των Αγίων και να προετοιμαστεί εν μυστηρίοις και θέα Θεού, μακράν των θορύβων του κόσμου και να προαγιαστεί για να γίνει δοχείο άξιο του Αχωρήτου Θεού.
Πανηγυρική και μετά στίχων η ενάτη ωδή της Θεοτόκου στις 21 Νοεμβρίου. Οι στίχοι του πρώτου ειρμού είναι ιδιαίτερα καθηλωτικοί: «Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».


Η προεισαγωγή μας στα Χριστούγεννα διαδηλώνεται τρανώς από τις Καταβασίες των Χριστουγέννων, που ψάλλονται πρώτη φορά στις 21 Νοεμβρίου.

Οι καταβασίες (ποίημα του Αγίου Κοσμά)

ᾨδὴ α'
Χριστὸς γεννᾶται· δοξάσατε.
Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε.
Χριστὸς ἐπὶ γῆς· ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

ᾨδὴ γ'
Τῷ πρὸ τῶν α
ἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ,
καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως,
Χριστῷ τῷ Θεῷ βοήσωμεν·
Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἷ Κύριε.

ᾨδὴ δ'
 ῾Ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί,
καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας,
ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος,
ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός.
Δόξα τῇ δυνάμει σου, Κύριε.

ᾨδὴ ε'
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον,
εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν·
ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες,
ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

ᾨδὴ ς'
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο·
τῇ Παρθένῳ δὲ ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,
διελήλυθε φυλάξας ἀδιάφθορον·
ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως,
τὴν τεκούσαν κατέσχεν ἀπήμαντον.

ᾨδὴ ζ'
Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες
δυσσεβοῦς προστάγματος καταφρονήσαντες,
πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν,
ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἐστῶτες ἔψαλλον·
Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον·
οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους,
ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου, ἣν ὑπέδη, νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ σπήλαιον·
θρόνον Χερουβικὸν τὴν Παρθένον·
τὴν φάτνην χωρίον ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,
Χριστὸς ὁ Θεὸς· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια: